Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.43 Joseph. AJ 10.48 (English) >>Joseph. AJ 10.53

10.46ζήσας οὖν ἔτη ἑξήκοντα ἑπτὰ κατέστρεψε τὸν βίον βασιλεύσας ἔτη πέντε καὶ πεντήκοντα. καὶ θάπτεται μὲν αὐτὸς ἐν τοῖς αὐτοῦ παραδείσοις, βασιλεία δὲ εἰς τὸν υἱὸν αὐτοῦ παραγίνεται Ἀμμῶνα μητρὸς Ἐμασέλμης μὲν ὄνομα τετυχηκότα, ἐκ δὲ πόλεως Ἰαζαβάτης ὑπαρχούσης. 10.47

Οὗτος μιμησάμενος τὰ τοῦ πατρὸς ἔργα, νέος ὢν ἐκεῖνος ἐτόλμησεν, ἐπιβουλευθεὶς ὑπὸ τῶν ἰδίων οἰκετῶν ἀπέθανεν ἐπὶ τῆς οἰκίας τῆς αὑτοῦ βιώσας ἔτη τέσσαρα καὶ εἴκοσι, βασιλεύσας δʼ ἐξ αὐτῶν δύο. 10.48μετῆλθε δʼ αὐτοῦ τὸ πλῆθος τοὺς φονεῖς καὶ τῷ πατρὶ συνθάπτουσι τὸν Ἀμμῶνα, τὴν δὲ βασιλείαν τῷ παιδὶ αὐτοῦ Ἰωσίᾳ παραδιδοῦσιν ὀκταετεῖ τὴν ἡλικίαν ὄντι, μήτηρ ἐκ πόλεως μὲν ἦν Βοσκέθ, Ἰέδις δὲ τοὔνομα. 10.49τὴν δὲ φύσιν αὐτὸς ἄριστος ὑπῆρχε καὶ πρὸς ἀρετὴν εὖ γεγονὼς Δαυίδου τοῦ βασιλέως ἐπιτηδευμάτων καὶ σκοπῷ καὶ κανόνι τῆς ὅλης περὶ τὸν βίον ἐπιτηδεύσεως ἐκείνῳ κεχρημένος. 10.50γενόμενος δὲ ἐτῶν δυοκαίδεκα τὴν εὐσέβειαν καὶ τὴν δικαιοσύνην ἐπεδείξατο· τὸν γὰρ λαὸν ἐσωφρόνιζε καὶ παρῄνει τῆς περὶ τῶν εἰδώλων δόξης ὡς οὐχὶ θεῶν ὄντων ἀποστάντας σέβειν τὸν πάτριον θεόν, τά τε τῶν προγόνων ἐπισκοπῶν ἔργα τὰ μὲν ἁμαρτηθέντα διώρθου συνετῶς ὡς ἂν πρεσβύτατος καὶ νοῆσαι τὸ δέον ἱκανώτατος, ὅσα δʼ εὕρισκεν εὖ γεγονότα κατὰ χώραν ἐφύλαττέ τε καὶ ἐμιμεῖτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.43 Joseph. AJ 10.48 (English) >>Joseph. AJ 10.53

Powered by PhiloLogic